Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.113 Joseph. AJ 6.118 (English) >>Joseph. AJ 6.122

6.116προσρέουσι δὲ αὐτῷ καὶ οἱ πρότερον εἴς τε τοὺς ὑπονόμους καὶ εἰς τὰ σπήλαια συμφυγόντες ἀκούσαντες ὅτι νικᾷ Σαοῦλος· γενομένων δὲ ὡς μυρίων ἤδη τῶν Ἑβραίων διώκει τοὺς πολεμίους κατὰ πᾶσαν ἐσκορπισμένους τὴν χώραν. εἴτε δὲ ὑπὸ τῆς ἐπὶ τῇ νίκῃ χαρᾶς οὕτω παραλόγως γενομένῃ, συμβαίνει γὰρ μὴ κρατεῖν τοῦ λογισμοῦ τοὺς οὕτως εὐτυχήσαντας, εἴθʼ ὑπὸ ἀγνοίας εἰς δεινὸν προπίπτει καὶ πολλὴν ἔχον κατάμεμψιν ἔργον· 6.117βουλόμενος γὰρ αὑτῷ τε τιμωρῆσαι καὶ δίκην ἀπολαβεῖν παρὰ τῶν Παλαιστίνων ἐπαρᾶται τοῖς Ἑβραίοις, ἵνʼ εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι καὶ μὴ μέχρι νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως καὶ τῆς διώξεως αὐτοὺς παύσει τῶν πολεμίων, οὗτος ἐπάρατος . 6.118τοῦ δὲ Σαούλου τοῦτο φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο βαθὺν καὶ μελισσῶν γέμοντα τῆς Ἐφράμου κληρουχίας, τοῦ Σαούλου παῖς οὐκ ἐπακηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς οὐδὲ τῆς ἐπʼ αὐτῇ τοῦ πλήθους ὁμολογίας ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιε. 6.119μεταξὺ δὲ γνοὺς, ὅτι μετὰ δεινῆς ἀρᾶς πατὴρ ἀπεῖπε μὴ γεύσασθαί τινα πρὸ ἡλίου δυσμῶν, ἐσθίων μὲν ἐπαύσατο, ἔφη δὲ οὐκ ὀρθῶς κωλῦσαι τὸν πατέρα· μετὰ μείζονος γὰρ ἰσχύος ἂν καὶ προθυμίας διώκοντας, εἰ τροφῆς μετελάμβανον, πολλῷ πλείονας τῶν ἐχθρῶν καὶ λαβεῖν καὶ φονεῦσαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.113 Joseph. AJ 6.118 (English) >>Joseph. AJ 6.122

Powered by PhiloLogic